Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.111 Joseph. AJ 17.115 (English) >>Joseph. AJ 17.120

17.113εἰ δὲ μήγε σὺ χείρων ἦς, κρυπτοῦ δέ, ὃν κατὰ τοῦ πατρὸς συντιθεὶς ἐκείνους μὲν οὐχ ὡς τῷ πατρὶ ἐπιβεβουλευκότας μισῶν, οὐ γὰρ ἂν ἐξώκειλας αὐτοῖς ἐπὶ πρᾶξιν παραπλησίαν, ἀλλʼ ὡς διαδόχους τῆς ἡγεμονίας σου δικαιότερον ἂν γενομένους, τὸν δὲ πατέρα ἐπισφάζειν τοῖς ἀδελφοῖς, 17.114ἵνα θᾶσσον ὡς ἐκείνων τε ἐπικαταψεύσαιο μὴ ἐλεγχθῇς καὶ ὧν αὐτὸς δίκας παρασχεῖν ἄξιος γένοιο ταύτην παρὰ τοῦ δυστυχοῦς εἰσπράξαιο πατρός, ἐπινοῶν πατροκτονίαν οὐ κοινήν, ἀλλʼ οἵαν μέχρι νῦν οὐχ ἱστόρησεν βίος. 17.115οὐχ υἱὸς γὰρ μόνον πατρὶ ἐπεβούλευες, ἀλλὰ καὶ φιλοῦντι καὶ εὐεργετηκότι, κοινωνὸς τῆς βασιλείας ὢν τοῖς ἔργοις καὶ διάδοχος προφανθεὶς καὶ τὴν μὲν ἡδονὴν τῆς ἐξουσίας ἤδη προλαμβάνειν μὴ ἐπικεκωλυμένος, ἐλπίδα δὲ τὴν εἰσαῦθις γνώμῃ τοῦ πατρὸς καὶ γράμμασιν προησφαλισμένος. 17.116ἀλλʼ οὐκ ἄρα τῇ Ἡρώδου ἀρετῇ τὰ πράγματα, γνώμῃ δὲ καὶ πονηρίᾳ ἔκρινες τῇ σεαυτοῦ, βουλόμενος τοῦ πάντων σοι ὑπακούσαντος πατρὸς καὶ τὸ μέρος ἀφαιρεῖσθαι καὶ ὃν προσεποιοῦ τοῖς λόγοις σώζειν τοῖς ἔργοις τοῦτον ἀφανίσαι ζητῶν, 17.117καὶ μὴ μόνον αὐτὸς πονηρὸς καθιστάμενος, ἀλλὰ καὶ τὴν μητέρα ὧν ἐπενόεις πιμπλὰς καὶ στασιοποιῶν τὴν εὔνοιαν τοῖς ἀδελφοῖς καὶ τολμῶν θηρίον ἀποκαλεῖν τὸν πατέρα, παντὸς ἑρπετοῦ χαλεπωτέραν τὴν διάνοιαν κατεσκευασμένος, τὸν ἐκείνων ἰὸν ἐπὶ τοὺς συγγενεστάτους καὶ τοὺς ἐπὶ τοσούτοις εὐεργέτας παρεκάλεις ἐπὶ συμμαχίαις φυλάκων καὶ τέχναις ἀνδρῶν καὶ γυναικῶν φρασσόμενος κατὰ τοῦ γέροντος, ὥσπερ οὐκ ἀρκούσης τῆς διανοίας μῖσος τὸ ὑποικουροῦν παραστῆσαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.111 Joseph. AJ 17.115 (English) >>Joseph. AJ 17.120

Powered by PhiloLogic